292ceb1

 

 

 

 

 

 

 

 

http://antifonitis.gr/online/wp-content/uploads/2010/04/292.pdf

none

   «Ὁ Ἅδης ἐπικράνθη συναντήσας σοι κάτω. Ἐπικράνθη. καὶ γὰρ κατηργήθη. Ἐπικράνθη. καὶ γὰρ ἐνεπαίχθη. Ἐπικράνθη. καὶ γὰρ καθῃρέθη. Ἔλαβε σῶμα καὶ Θεὸν περιέτυχεν. Ἔλαβεν γῆν καὶ συνήντησεν οὐρανῷ… Ποῦ σου, θάνατε, τὸ κέντρον; Ποῦ σου, Ἅδη, τὸ νίκος; Ἀνέστη Χριστὸς. καὶ σὺ καταβέβλησαι… Ἀνέστη Χριστὸς. καὶ νεκρὸς οὐδεὶς ἐν τῷ μνήματι…»    (Ἰωάννης Χρυσόστομος)

    «Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον…»     (Ἰωάννης α΄ 10-12)

    «Εἶδα μέσα σ’ ἕνα βορκο ἕναν ἄνθρωπο ποὺ πνιγόταν. Βούτηξα καὶ κατόρθωσα νὰ τν σύρω ἔξω, σχεδόν μισοπεθαμένο. Σιγά-σιγά συνλθε καὶ τότε γύρισε καὶ μὲ γριοκοίταξε. “Γιατί  μὲ ἔβγαλες;” γρύλισε. “Ἐγώ ἐκε μέσα ζ”…».     (Ἀντρέι Ταρκόφσκυ, «Νοσταλγία»)

    Νὺξ ἀφεγγὴς ἐγεγόνει ἐκείνη καὶ φαεινῶς φαίνουσα, ὄτε ἐνεὸν κατέστη τὸ τλησίπνουν γένος. Τὸ νεύσαν πρὸς γεώδη καὶ χαμαιτυπίαν ἐνδεδυμένον πότε, τὸ τοῦ θανάτου κράτει δεδουλωμένον, τὸ τὴν ζοφαλγίαν ἀγάφθεγκτον ἐν μυχοῖς συντηροῦν, τὸ ἀμφιφανεῖ φθορῆ πεπτός, τὸ τῆ βακχείᾳ του Ἅδου πάλαι παραδοθέν, τὸ πέδαις κραταιαῖς δεδεμένον καὶ τῷ ἄλγει πικρῶς στενάζον, τὸ ἐν τῇ σκοτίᾳ ἐξανδραποδισθὲν καὶ ἐν τῇ δουλείᾳ γοερῶς ὀλοφυρόμενον, τὸ ζόφῳ ταῖς αὐτοῦ φρεσὶ τετρωμένον, τὸ δὲ ἔρεβος ἐν ἑαυτῷ ἐπὶ αἰώνας αἰώνων ἐνέχον ἀγχιβαθῶς ἐπιμανέν. Τοῦ δὲ Λόγου σταυρωθέντος τε καὶ ἀναστάντος, πῦρ καινουργέον ἐλήλυθεν. Πῦρ ἄρρητον, φαῖνον, ζέον, τῆκον, μανικόν, ἀελίῳ ἀδήριτον. Καὶ καινουργέον ὄν, τὰ πάντα καινὰ ἐποίησεν…

     Νὺξ ἀφεγγὴς ἐγεγόνει ἐκείνη καὶ φαεινῶς φαίνουσα, ὅτε ὁ ἥλιος τὰς ἀκτίνας ἀπεβάλετο, μὴ φέρων ὁρᾶν Θεὸν ὑβριζόμενον, καὶ τρόμῳ ἀπηνεῖ ἀμφιδονέοντι τὰ χθόνια ἐκλυδωνίσθη, θεωροῦντα γυμνὸν ἐπὶ τοῦ ξύλου κρεμάμενον, Ὂν ἦλθεν ἐφ’ ἡμᾶς ἔρωτι μανικῶ κινηθείς. Καὶ φρίττουσι, φρίττουσι τὰ σύμπαντα, τὴν τῶν πάντων Αἰτίαν καθορῶντα τὰ πάντα προσειμένην, ἴνα τὴν ἐν ἡμῖν πόρνην ἐκ βυθοῦ ἀναγάγῃ καὶ δόξη κραταιὰ περιβαλῶν ζωώσῃ εἰς τὸν αἰώνα. Ὅτι ὑπὸ τοῖς ἄστροις δεσμώτης ἑκουσίως κατεδέξατο συρῆναι ὁ τῶν ἄστρων ποιητής καὶ ὑπὸ παρανόμων εἰς κρίσιν ὁ Ὑπὲρ Νόμον τεθῆναι καὶ ἐμπτυσμοῖς καὶ γέλωσι καὶ χλεύῃ ὁ Ὑπὲρ Λόγον καθυβρισθῆναι. Ὁ Ὑπὲρ Νοῦν ἀνόμοις χερσὶν ἐνεπαίχθη καὶ ραπίσματα καὶ μάστιγας ὑπέμεινεν ὁ Ἀκατάληπτος καὶ ἐν τῷ Κρανίῳ ἀνυψώθη καὶ ξύλῳ αἰσχύνης ἐκρεμάσθη ὁ πάλαι τὴν γῆν κρεμάσας ἐν ὕδασιν. Καὶ τῷ θανάτῳ παρεδόθη καὶ ἐτάφη ὡς θνητός. Ἄπνους κατετέθη ἐν σπηλαίῳ ὁ Ἀθάνατος καὶ κατεκλίθη ὡς νεκρὸς ἐν πληγαῖς καὶ μώλωψιν ὁ ἐν τῇ δρακὶ περιέχων τὰ σύμπαντα. Ἀπηνῶς ἔπαθεν ὁ Ἀπαθὴς καὶ σινδόνῃ ὡς ἐν σπαργάνοις περιεβλήθη ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις. Ὁ ἐπὶ πτερύγων ἀνέμων περιπατῶν ὡς νέκυς ἐθεάθη κατακείμενος καὶ ὁ Ἀχώρητος παντὶ ὑπὸ γῆν ἐσφραγίσθη. Καὶ εἰς θάνατον φυσίζοον ὁ Ἀείρυτος κατέδυ, ὁ αὐτὸς τὸ πάλαι ἀγχίβροτος γεγώς, ἵνα τὸ ἀνθρώπειον ἀγχίθεον ἀναδύσῃ…

 

Read the rest of this entry…

one


ΕΞΩ ΤΟ ΤΟΥΡΚΙΚΟ ΠΡΟΞΕΝΕΙΟ ΑΠΟ ΤΗ ΘΡΑΚΗ
ΥΠΟΓΡΑΨΤΕ ΤΩΡΑ!



ΔΙΑΒΑΣΤΕ ΕΠΙΣΗΣ:

Τουρκικά Νέα
Ο τουρκόφωνος τύπος στη Θράκη και στον Κόσμο


Παρατηρητήριο Μέτε
Τα νέα του ψευδομουφτή Ξάνθης Αχμέτ Μέτε


Ένα Καράβι Για Τη Γάζα | ShipToGaza.gr
Ενα Καράβι Για Τη Γάζα



Σχετικά...

Αρθρογραφία

Μόνιμες στήλες

ΑΡΧΕΙΟ

Λέξεις

Επισκέπτες

free counters